Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.391 Joseph. AJ 13.395 (English) >>Joseph. AJ 13.401

13.393

Ἀλέξανδρος δʼ ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ Ἔσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ λαβὼν τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν. 13.394παραλαβὼν δὲ καὶ ταύτας προσεξεῖλεν καὶ τὴν Ἀντιόχου λεγομένην φάραγγα καὶ Γάμαλα τὸ φρούριον. ἐγκαλῶν δὲ πολλὰ Δημητρίῳ τῷ τῶν τόπων ἄρχοντι περιέδυσεν αὐτόν, καὶ τρίτον ἤδη πεπληρωκὼς ἔτος τῆς στρατείας εἰς τὴν οἰκείαν ὑπέστρεψεν προθύμως αὐτὸν τῶν Ἰουδαίων διὰ τὴν εὐπραγίαν δεχομένων. 13.395

Κατὰ δὴ τοῦτον τὸν καιρὸν ἤδη τῶν Σύρων καὶ Ἰδουμαίων καὶ Φοινίκων πόλεις εἶχον οἱ Ἰουδαῖοι πρὸς θαλάσσῃ μὲν Στράτωνος πύργον Ἀπολλωνίαν Ἰόππην Ἰάμνειαν Ἄζωτον Γάζαν Ἀνθηδόνα Ῥάφειαν Ῥινοκόρουρα, 13.396ἐν δὲ τῇ μεσογαίᾳ κατὰ τὴν Ἰδουμαίαν Ἄδωρα καὶ Μάρισαν καὶ ὅλην Ἰδουμαίαν, Σαμάρειαν Καρμήλιον ὄρος καὶ τὸ Ἰταβύριον ὄρος Σκυθόπολιν Γάδαρα, Γαυλανίτιδας Σελεύκειαν Γάβαλα, 13.397Μωαβίτιδας Ἠσεβὼν Μήδαβα Λεμβὰ Ορωναιμαγελεθων Ζόαρα Κιλίκων αὐλῶνα Πέλλαν, ταύτην κατέσκαψεν ὑποσχομένων τῶν ἐνοικούντων ἐς πάτρια τῶν Ἰουδαίων ἔθη μεταβαλεῖσθαι, ἄλλας τε πόλεις πρωτευούσας τῆς Συρίας ἦσαν κατεστραμμένοι. 13.398

Μετὰ δὲ ταῦτα βασιλεὺς Ἀλέξανδρος ἐκ μέθης εἰς νόσον καταπεσὼν καὶ τρισὶν ἔτεσιν τεταρταίῳ πυρετῷ συσχεθεὶς οὐκ ἀπέστη τῶν στρατειῶν, ἕως οὗ τοῖς πόνοις ἐξαναλωθεὶς ἀπέθανεν ἐν τοῖς Γερασηνῶν ὅροις πολιορκῶν Ῥάγαβα φρούριον πέραν τοῦ Ἰορδάνου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.391 Joseph. AJ 13.395 (English) >>Joseph. AJ 13.401

Powered by PhiloLogic